Τρέχουσα ώρα
Ἐνάτη Ὥρα
Μνημονεύομεν τοῦ σωτηρίου θανάτου τοῦ Χριστοῦ ἐπὶ τοῦ Σταυροῦ, καὶ τῆς μετανοίας τοῦ λῃστοῦ τοῦ εἰπόντος· Μνήσθητί μου ἐν τῇ Βασιλείᾳ σου.
Εἰσαγωγὴ πάσης ὥρας
Ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος
εἷς Θεός. Ἀμήν.
Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε εὐλόγησον. Ἀμήν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΠΑΤΕΡ ΗΜΩΝ
ουτως ουν προσευχεσθε υμεις πατερ ημων ο εν τοις ουρανοις αγιασθητω το ονομα σου
ελθετω η βασιλεια σου γενηθητω το θελημα σου ως εν ουρανω και επι της γης
τον αρτον ημων τον επιουσιον δος ημιν σημερον
και αφες ημιν τα οφειληματα ημων ως και ημεις αφιεμεν τοις οφειλεταις ημων
και μη εισενεγκης ημας εις πειρασμον αλλα ρυσαι ημας απο του πονηρου οτι σου εστιν η βασιλεια και η δυναμις και η δοξα εις τους αιωνας αμην
Ἡ εὐχὴ τῆς εὐχαριστίας
Εὐχαριστήσωμεν τῷ ποιητῇ τῶν ἀγαθῶν, τῷ ἐλεήμονι Θεῷ, Πατρὶ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἐσκέπασεν ἡμᾶς καὶ ἐβοήθησεν ἡμῖν, καὶ διεφύλαξεν ἡμᾶς, καὶ προσεδέξατο ἡμᾶς, καὶ ἠλέησεν ἡμᾶς, καὶ ἐστήριξεν ἡμᾶς, καὶ ἤγαγεν ἡμᾶς εἰς τὴν ὥραν ταύτην. Καὶ ἔτι δεηθῶμεν αὐτοῦ ἵνα διαφυλάξῃ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ τῇ ἁγίᾳ καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν ἐν πάσῃ εἰρήνῃ· ὁ Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ.
Δέσποτα, Κύριε ὁ Θεός, ὁ Παντοκράτωρ, ὁ Πατὴρ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐχαριστοῦμέν σοι ἐπὶ παντί, καὶ διὰ πάντα, καὶ ἐν πᾶσι· ὅτι ἐσκέπασας ἡμᾶς, καὶ ἐβοήθησας ἡμῖν, καὶ διεφύλαξας ἡμᾶς, καὶ προσεδέξω ἡμᾶς, καὶ ἠλέησας ἡμᾶς, καὶ ἐστήριξας ἡμᾶς, καὶ ἤγαγες ἡμᾶς εἰς τὴν ὥραν ταύτην.
Διὰ τοῦτο αἰτοῦμέν σε καὶ δεόμεθα ἐκ τῆς χρηστότητός σου, ὦ Φιλάνθρωπε· δὸς ἡμῖν τελειῶσαι τὴν ἡμέραν ταύτην τὴν ἁγίαν καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν ἐν πάσῃ εἰρήνῃ μετὰ τοῦ φόβου σου. Πᾶσαν ζῆλον, καὶ πᾶσαν πειρασμὸν καὶ πᾶσαν ἐνέργειαν τοῦ διαβόλου, καὶ βουλὴν ἀνθρώπων πονηρῶν, καὶ ἐπαναστάσεις ἐχθρῶν κρυπτῶν καὶ φανερῶν, ἀπόστησον ἀφ’ ἡμῶν καὶ ἀπὸ παντὸς λαοῦ σου, καὶ ἀπὸ τοῦ ἁγίου σου τόπου τούτου. Τὰ δὲ ἀγαθὰ καὶ συμφέροντα χορήγησον ἡμῖν. Ὅτι σὺ ἔδωκας ἡμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Χάριτί τε καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· δι’ οὗ σοι πρέπει δόξα καὶ τιμὴ καὶ κράτος καὶ προσκύνησις, σὺν αὐτῷ καὶ τῷ ζωοποιῷ σου Πνεύματι τῷ ὁμοουσίῳ σοι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΨΑΛΜΟΣ 50
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου·
καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
ἐπὶ πλεῖον πλῦνον με ἀπὸ τῆς ἀνομίας μου
καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω,
καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστιν διὰ παντός.
σοὶ μόνῳ ἥμαρτον
καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα,
ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου
καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην,
καὶ ἐν ἁμαρτίαις ἐκύησέ με ἡ μήτηρ μου.
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας·
τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι·
πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην·
ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα.
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου
καὶ πᾶσας τὰς ἀνομίας μου ἐξάλειψον.
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός,
καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου
καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου
καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με.
διδάξω ἀνόμους τὰς ὁδούς σου,
καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου·
ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις,
καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν·
ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον·
καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών,
καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ.
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καὶ ὁλοκαυτώματα·
τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ἀλληλούϊα.
Ἀρχὴ τῆς προσευχῆς
Ἡ ᾠδὴ τῆς ἐνάτης ὥρας τῆς εὐλογημένης ἡμέρας· προσφέρω αὐτὴν τῷ Χριστῷ τῷ Βασιλεῖ μου καὶ Θεῷ μου, καὶ ἱκετεύω ἄφεσιν τῶν ἁμαρτιῶν μου.
ΨΑΛΜΟΣ 95
ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν·
ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ·
ᾄσατε τῷ Κυρίῳ, εὐλογεῖτε τὸ ὄνομα αὐτοῦ·
εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ.
ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ,
ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ·
ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα,
φοβερὸς ἐστιν ἐπὶ πάντας τοὺς θεούς·
ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια,
ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν.
ἐξομολόγησις καὶ εὐπρέπεια ἐνώπιον αὐτοῦ,
ἁγίασμα καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.
ἐνέγκατε τῷ Κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν,
ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν·
ἐνέγκατε τῷ Κυρίῳ δόξαν τῷ ὀνόματι αὐτοῦ·
ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ·
προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ·
σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.
εἴπατε ἐν τοῖς ἔθνεσιν ὅτι ἐβασίλευσεν ὁ Κύριος·
καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται·
κρινεῖ λαοὺς ἐν εὐθύτητι.
εὐφρανθήτωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ·
σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς·
χαρῆσονται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς·
τότε ἀγαλλιάσονται πάντα τὰ δένδρα τοῦ δρυμοῦ
ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται,
ὅτι ἔρχεται κρῖναι τὴν γῆν·
κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ
καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.
Ἀλληλούϊα.
ΨΑΛΜΟΣ 96
Κύριος ἐβασίλευσεν· ἀγαλλιάσθω ἡ γῆ· εὐφρανθήτωσαν νῆσοι πολλαί.
Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ· δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ.
Πῦρ προπορεύσεται ἔμπροσθεν αὐτοῦ, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ.
Ἐφώτισαν αἱ ἀστραπαὶ αὐτοῦ τὴν οἰκουμένην· εἶδεν ἡ γῆ καὶ ἐσείσθη.
Ἐτάκησαν ὡσεὶ κηρὸς τὰ ὄρη ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς.
Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ εἶδον πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ.
Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν· προσκυνήσατε αὐτῷ, πάντες οἱ ἄγγελοι αὐτοῦ.
Ἤκουσεν καὶ ἠγάλλιασεν Σιών, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες Ἰούδα ἕνεκεν τῶν κρίσεων σου, Κύριε.
Ὅτι σὺ εἶ Κύριος ὕψιστος ἐπὶ πάσαν τὴν γῆν· σφόδρα ὑπερήρθης ὑπὲρ πάντας τοὺς θεούς.
Οἱ ἀγαπῶντες τὸν Κύριον, μισήσατε πονηρίαν· φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ, ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσεται αὐτούς.
Φῶς ἀνέτειλε δικαίῳ καὶ εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.
Εὐφράνθητε, δίκαιοι, ἐν Κυρίῳ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.
Ἀλληλούϊα.
ΨΑΛΜΟΣ 97
ᾆσατε τῷ Κυρίῳ ᾠδὴν καινήν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος· ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.
Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ· ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ.
Ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακώβ, καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ· ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε.
Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ.
ἐν σάλπιγξιν καὶ φωνῇ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως Κυρίου.
Σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ.
Ποταμοὶ κροτήσουσι χειρί, ὄρη ἀγαλλιάσονται ὅτι παραγίνεται κρῖναι τὴν γῆν.
Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι.
Ἀλληλούϊα.
ΨΑΛΜΟΣ 98
Κύριος ἐβασίλευσεν· ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ σαλευθήτω ἡ γῆ.
Κύριος ἐν Σιὼν μέγας, καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς.
ἐξομολογείσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιον ἐστιν·
καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ· σὺ ἡτοίμασας εὐθύτητας· κρίμα καὶ δικαιοσύνη ἐν Ἰακὼβ σὺ ἐποίησας.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνήσατε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν.
Μωυσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς ἐπήκουεν αὐτῶν.
ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς· ὅτι ἐφύλασσον τὰ μαρτύριά αὐτοῦ καὶ προστάγματα ἃ ἔδωκεν αὐτοῖς.
Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· Θεὸς ἵλεως ἐγενήθης αὐτοῖς, καὶ ἐκδικούμενος ἐπὶ πᾶσι τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνήσατε εἰς ὄρος τὸ ἅγιον αὐτοῦ, ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἀλληλούϊα.
ΨΑΛΜΟΣ 99
Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ.
Λατρεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ· εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.
Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός· αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς· λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ.
Εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις· ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ·
ὅτι χρηστὸς Κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.
Ἀλληλούϊα.
ΨΑΛΜΟΣ 100
Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε· ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με;
διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου.
οὐ προεθετόμην ἐναντίον τῶν ὀφθαλμῶν μου πρᾶγμα παράνομον· ποιούντας παραβάσεις ἐμίσησα.
οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἔγνων.
τὸν καταλαλοῦντα λάθρᾳ τὸν πλησίον αὐτοῦ τοῦτον ἐξεδίωκον· μετ' ὑπερηφάνου ὀφθαλμοῦ καὶ ἀκόλαστον καρδίαν οὐ συνήσθιον.
οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθίζειν αὐτοὺς μετ' ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ οὗτός μοι ἐλειτούργει.
οὐ κατῴκει ἐν μέσῳ τοῦ οἴκου μου ὁ ποιῶν ὑπερηφανίαν· ὁ λαλοῦν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου.
εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.
Ἀλληλούϊα.
ΨΑΛΜΟΣ 109
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Ῥάβδον δυνάμεως ἐξαποστελεῖ Κύριος ἐκ Σιών· κατάκυριε ἐν μέσῳ τῶν ἐχθρῶν σου.
Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησιν τῶν ἁγίων· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.
Ὤμοσεν Κύριος καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς.
Κρινεῖ ἐν τοῖς ἔθνεσιν· πληρώσει πτώματα· συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν.
Ἐκ χειμάρρου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ἀνακάρσει κεφαλήν.
Ἀλληλούϊα.
ΨΑΛΜΟΣ 110
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ἐν βουλῇ καὶ ἐν συναγωγῇ δικαίων.
Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντας τοὺς θελουμένους ἐν αὐτοῖς.
Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Μνημόσυνον ἐποίησεν τῶν θαυμασίων αὐτοῦ· ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος.
Τροφὴν ἔδωκεν τοῖς φοβουμένοις αὐτόν· μνησθήσεται εἰς τὸν αἰῶνα τῆς διαθήκης αὐτοῦ.
Ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλεν τῷ λαῷ αὐτοῦ, τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν.
Ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίμα· πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ,
ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι.
Λύτρωσιν ἀπέστειλεν τῷ λαῷ αὐτοῦ· ἐνετείλατο εἰς τὸν αἰῶνα τὴν διαθήκην αὐτοῦ· ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ.
Ἀρχὴ σοφίας φόβος Κυρίου· σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν· ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἀλληλούϊα.
ΨΑΛΜΟΣ 111
Μακάριος ἀνήρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Δυνατὸν ἔσται ἐν τῇ γῇ τὸ σπέρμα αὐτοῦ· γενεὰ εὐθέων εὐλογηθήσεται.
Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἀνέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσι· οἰκτίρμων καὶ ἐλεήμων καὶ δίκαιος.
Ἀνὴρ χρηστός οἰκτείρει καὶ δανείζει· διαθήσεται τὰ ῥήματα αὐτοῦ ἐν κρίσει.
Ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται· εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.
ἀπὸ ἀκοῆς κακῆς οὐ φοβηθήσεται· ἡ καρδία αὐτοῦ ἡτοιμασμένη ἐλπίζειν ἐπὶ Κύριον.
στερεὰ ἡ καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ, ἕως ἂν ἴδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ.
Διεσκόρπισεν, ἔδωκεν τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ.
Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοῖς ὀδοῦσιν αὐτοῦ βρύξει καὶ τακήσεται· ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται.
Ἀλληλούϊα.
ΨΑΛΜΟΣ 112
Αἰνεῖτε, παῖδες, Κύριον· αἰνεῖτε τὸ ὄνομα Κυρίου.
εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖτε τὸ ὄνομα Κυρίου.
ὑψηλὸς ἐπὶ πάντων τῶν ἐθνῶν ὁ Κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.
τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν; ὁ κατοικῶν ἐν ὑψηλοῖς,
καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς·
ἀναλέγων ἀπὸ γῆς πτωχόν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα,
τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ.
ὁ κατοικίζων στείραν ἐν οἴκῳ, μήτηρ τέκνων εὐφραινομένη.
Ἀλληλούϊα.
ΨΑΛΜΟΣ 114
Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.
ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.
περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὗρόν με· θλῖψιν καὶ πόνον εὗρον.
καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην· Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου.
ἐλεήμων Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.
φυλάσσων τὰ νήπια ὁ Κύριος· ἐταπεινώθην, καὶ ἔσωσέ με.
ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέν σε.
ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ προσκόμματος.
εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων.
Ἀλληλούϊα.
ΨΑΛΜΟΣ 115
Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.
ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης.
τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέν μοι;
ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.
τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Ὦ Κύριε, ἐγὼ δοῦλός σου· ἐγὼ δοῦλός σου καὶ υἱὸς τῆς παιδίσκης σου· διέσπασας τοὺς δεσμούς μου.
σοὶ θύσω θυσίαν αἰνέσεως, καὶ ἐν τῷ ὀνόματι Κυρίου ἐπικαλέσομαι.
τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ,
ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου, Ἰερουσαλήμ.
Ἀλληλούϊα.
(Εὐαγγέλιον κατὰ Λουκᾶν 9:10-17)
Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν· καὶ παραλαβὼν αὐτοὺς ἀνεχώρησεν κατ' ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά.
οἱ δὲ ὄχλοι γνοῦντες ἠκολούθησαν αὐτῷ· καὶ δεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ· Ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ τοὺς ἀγροὺς καταλύσωσι καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.
εἶπεν δὲ πρὸς αὐτούς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπαν· Οὐκ εἰσὶν ἡμῖν πλείον ἢ πέντε ἄρτοι καὶ δύο ἰχθύες, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν βρώματα εἰς πάντα τὸν λαὸν τοῦτον.
ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα.
καὶ ἐποίησαν οὕτως, καὶ κατέκλιναν ἅπαντας.
λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν εὐλόγησεν αὐτούς, καὶ κατέκλασεν, καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ.
καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
(καὶ ἡ δόξα τῷ Θεῷ διὰ παντός)
ΤΟ ΑΓΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ (θ΄ 10-17)
και υποστρεψαντες οι αποστολοι διηγησαντο αυτω οσα εποιησαν και παραλαβων αυτους υπεχωρησεν κατ ιδιαν εις τοπον ερημον πολεως καλουμενης βηθσαιδα
οι δε οχλοι γνοντες ηκολουθησαν αυτω και δεξαμενος αυτους ελαλει αυτοις περι της βασιλειας του θεου και τους χρειαν εχοντας θεραπειας ιατο
η δε ημερα ηρξατο κλινειν προσελθοντες δε οι δωδεκα ειπον αυτω απολυσον τον οχλον ινα απελθοντες εις τας κυκλω κωμας και τους αγρους καταλυσωσιν και ευρωσιν επισιτισμον οτι ωδε εν ερημω τοπω εσμεν
ειπεν δε προς αυτους δοτε αυτοις υμεις φαγειν οι δε ειπον ουκ εισιν ημιν πλειον η πεντε αρτοι και δυο ιχθυες ει μητι πορευθεντες ημεις αγορασωμεν εις παντα τον λαον τουτον βρωματα
ησαν γαρ ωσει ανδρες πεντακισχιλιοι ειπεν δε προς τους μαθητας αυτου κατακλινατε αυτους κλισιας ανα πεντηκοντα
και εποιησαν ουτως και ανεκλιναν απαντας
λαβων δε τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν αυτους και κατεκλασεν και εδιδου τοις μαθηταις παρατιθεναι τω οχλω
και εφαγον και εχορτασθησαν παντες και ηρθη το περισσευσαν αυτοις κλασματων κοφινοι δωδεκα
Tenoo oasht emmok o piekhristos nem pekyot en aghathos nem pi epnevma ethowab je akee ak soati emmon nai nan
Προσκυνοῦμέν σε, Χριστέ, μετὰ τοῦ Ἀγαθοῦ Πατρός σου καὶ τοῦ Ἁγίου Πνεύματος, ὅτι ἦλθες καὶ ἔσωσας ἡμᾶς.
1. Ὁ ἐννάτῃ ὥρᾳ κατὰ σάρκα θάνατον γευσάμενος δι’ ἡμᾶς τοὺς ἁμαρτωλοὺς, νέκρωσον τὰς σαρκικὰς ἐπιθυμίας ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ ῥῦσαι ἡμᾶς. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου δίδαξόν με. Εἰσελθέτω ἡ ἱκετηρία μου ἐνώπιόν σου· κατὰ τὸ λόγιόν σου ζῴωσόν με.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι.
2. Ὁ παραθεμένος τὸ πνεῦμα εἰς χεῖρας τοῦ Πατρὸς, κρεμάμενος ἐπὶ τοῦ Σταυροῦ ἐννάτῃ ὥρᾳ, καὶ τὸν συσταυρωθέντα Λῃστὴν εἰς τὸν Παράδεισον εἰσαγαγών, μὴ ἀμελήσῃς με, Ἀγαθέ, μηδὲ ἀπορρίψῃς με τὸν ἀπολωλώς· ἀλλ’ ἁγίασον τὴν ψυχήν μου καὶ φώτισον τὸν νοῦν μου, καὶ καταξίωσόν με κοινωνὸν γενέσθαι τῆς χάριτος τῶν ζωοποιῶν σου Μυστηρίων· ἵνα, τῆς σῆς χρηστότητος γευσάμενος, ἄζεστος αἴνεσιν σοι προσάγω, ὑπὲρ πάντα ποθῶν τὴν λαμπρότητά σου, Χριστὲ Κύριε, καὶ ῥῦσαι ἡμᾶς.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
3. Ὁ δι’ ἡμᾶς ἐκ Παρθένου τεχθεὶς καὶ τὸν Σταυρὸν ὑπομείνας, ὁ Ἀγαθὸς, καὶ τῷ θανάτῳ σου τὸν θάνατον καταργήσας, καὶ τῇ Ἀναστάσει σου τὴν ἀνάστασιν ἐπιδείξας, Θεέ, μὴ ἀποστρέψῃς ἀπὸ τῶν χειρῶν σου πλάσμα· ἐμφάνισον, Ἀγαθέ, τὴν φιλανθρωπίαν σου· δέξαι παρὰ τῆς Μητρός σου τὰς ὑπὲρ ἡμῶν πρεσβείας· σῶσον, Σωτήρ, λαὸν ταπεινόν· μὴ ἀπολίπῃς ἡμᾶς εἰς τέλος, μηδὲ ἀπώσῃ εἰς τὸν αἰῶνα· μὴ καταλύσῃς τὴν διαθήκην σου, μηδὲ ἀφέλῃς τὸ ἔλεός σου ἀφ’ ἡμῶν, ἕνεκεν Ἀβραὰμ τοῦ ἠγαπημένου σου, Ἰσαὰκ τοῦ δούλου σου, καὶ Ἰσραὴλ τοῦ ἁγίου σου.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
4. Ἰδὼν ὁ Λῃστὴς τὸν Ἄρχοντα τῆς Ζωῆς ἐπὶ τοῦ Σταυροῦ κρεμάμενον, ἔλεγεν· Εἰ μὴ ἦν ὁ συσταυρωθεὶς ἡμῖν Θεὸς ἐνανθρωπήσας, οὐκ ἂν ἥλιος ἐκρύπτετο τὰς ἀκτίνας, οὐδ’ ἡ γῆ σεισμῷ ἐσαλεύετο· ἀλλ’ ὁ Παντοδύναμος ὁ πάντα ἀνεχόμενος, μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι.
5. Ὁ τὴν ὁμολογίαν τοῦ Λῃστοῦ ἐπὶ τοῦ Σταυροῦ προσδεξάμενος, πρόσδεξαι καὶ ἡμᾶς, Ἀγαθέ, τοὺς διὰ τὰς ἁμαρτίας κατακεκριμένους θανάτῳ· πάντες γὰρ σὺν ἐκείνῳ ἐξομολογούμεθα, καὶ τὴν σὴν Θεότητα ὁμολογοῦντες, συγκαταβοῶμεν· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
6. Ἡ Μήτηρ ἰδοῦσα τὸν Ἀμνὸν καὶ Ποιμένα, τὸν Σωτῆρα τοῦ κόσμου, ἐπὶ τοῦ Σταυροῦ κρεμάμενον, μετὰ δακρύων ἔλεγεν· Ὁ μὲν κόσμος χαίρει τὴν σωτηρίαν κομιζόμενος, ἐγὼ δὲ καιομένην ἔχω τὴν καρδίαν, θεωροῦσα τὴν σὴν Σταύρωσιν, ἣν ὑπομένεις ὑπὲρ πάντων, Υἱέ μου καὶ Θεέ μου.
Τότε προσεύχεται:
Κύριε, εἰσάκουσον ἡμῶν, καὶ ἐλέησον ἡμᾶς, καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα ἡμῶν. Ἀμήν.
(Κύριε, ἐλέησον) τεσσαράκοντα καὶ ἅπαξ
Ἄφεσις
Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς τῇ ἐπιφανείᾳ αὐτοῦ ἔσωσεν ἡμᾶς καὶ ἐλύτρωσεν ἡμᾶς ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· δεόμεθά σου διὰ τοῦ τιμίου καὶ μεγάλου ὀνόματος αὐτοῦ· μετάστησον τὰς διανοίας ἡμῶν ἀπὸ μεριμνῶν τοῦ κόσμου καὶ ἐπιθυμιῶν σαρκικῶν εἰς μνήμην τῶν ἐπουρανίων δικαιωμάτων σου· καὶ τελείωσον εἰς ἡμᾶς τὴν σὴν φιλανθρωπίαν, ὦ Ἀγαθέ. Καὶ ἔστωσαν αἱ προσευχαὶ ἡμῶν διὰ παντὸς καὶ ἡ τῆς ἐνάτης ὥρας παροῦσα προσευχὴ εὐπρόσδεκτοι ἐνώπιόν σου. Καὶ δὸς ἡμῖν ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθημεν, ἵνα, ἐξιόντες ἐκ τοῦ σώματος τούτου, συνταγῶμεν τοῖς προσκυνοῦσι κατηξιωμένοις τὰ πάθη τοῦ Μονογενοῦς σου Υἱοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, καὶ τυγχάνομεν ἐλέους καὶ ἄφεσιν ἁμαρτιῶν καὶ σωτηρίαν μετὰ τῆς τάξεως τῶν ἁγίων, τῶν ἀρεσκόντων σοι ἐξ αἰῶνος μέχρι τοῦ αἰῶνος.
Ὁ Θεός, κατάργησον ἀφ’ ἡμῶν πᾶσαν δύναμιν τοῦ ἀντικειμένου καὶ πᾶσαν φαύλην παρεμβολὴν αὐτοῦ, καθὼς κατεπάτησεν αὐτοὺς ὁ Μονογενής σου διὰ τῆς δυνάμεως τοῦ ζωοποιοῦ Σταυροῦ. Καὶ πρόσδεξαι ἡμᾶς, Κύριε Ἰησοῦ Χριστὲ, καθὼς προσεδέξω τὸν εὐώνυμον λῃστήν, ὅτε ἐκρεμώμην ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ· καὶ φώτισον ἡμᾶς, ὡς ἐφώτισας τοὺς ἐν σκότει τοῦ ᾅδου καθημένους· καὶ ἀνάγαγε πάντας ἡμᾶς εἰς τὸν Παράδεισον τῆς τρυφῆς· ὅτι εὐλογητὸς εἶ, Δέσποτα Θεέ· καὶ πρέπει σοι σὺν τῷ ἀγαθῷ σου Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι ἡ δόξα καὶ ἡ τιμὴ καὶ τὸ κράτος καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν.
Δέησις λεγομένη τῷ τέλει πάσης ὥρας
Ἐλέησον ἡμᾶς, ὁ Θεός, εἶτα ἐλέησον ἡμᾶς. Ὁ ἐν παντὶ καιρῷ καὶ ὥρᾳ, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, προσκυνούμενος καὶ δοξαζόμενος, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ μακρόθυμος, πολυέλεος, πολυεύσπλαγχνος, ὁ ἀγαπῶν τοὺς δικαίους καὶ ἐλεῶν τοὺς ἁμαρτωλοὺς, ὧν πρῶτός εἰμι ἐγώ, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆσαι, ὁ καλῶν πάντας εἰς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν.
Κύριε, πρόσδεξαι ἐν τῇ ὥρᾳ ταύτῃ καὶ ἐν πάσῃ ὥρᾳ τὰς δεήσεις ἡμῶν· εὐκόλισον ἡμῖν τὸν βίον, καὶ ὁδήγησον ἡμᾶς εἰς τὸ ποιεῖν τὰς ἐντολάς σου. Ἁγίασον τὰς ψυχὰς ἡμῶν. Καθάρισον τὰ σώματα ἡμῶν. Ὀρθοτόμησον τοὺς λογισμοὺς ἡμῶν. Ἐξάγνισον τὰς προαιρέσεις ἡμῶν. Ἴασαι τὰς νόσους ἡμῶν καὶ ἄφες τὰς ἁμαρτίας ἡμῶν. Ῥῦσαι ἡμᾶς ἀπὸ πάσης λύπης πονηρᾶς καὶ ὀδυνῆς καρδίας. Περιτείχισον ἡμᾶς τοῖς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῷ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι, καταντήσωμεν εἰς ἑνότητα πίστεως καὶ εἰς ἐπίγνωσιν τῆς ἀφάτου καὶ ἀπεράντου δόξης σου· ὅτι εὐλογητὸς εἶ εἰς τὸν αἰῶνα. Ἀμήν.
Ὁ Θεός, καταξίωσον ἡμᾶς εἰπεῖν μετ’ εὐχαριστίας· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς...