Ωριαίες Προσευχές

Τρέχουσα ώρα

Ἑσπερινός — Ἑνδεκάτη Ὥρα

Ἐπὶ δείλης εὐχαριστοῦμεν ὑπὲρ τῆς προστασίας τοῦ Θεοῦ, καὶ ἐξομολογούμεθα τὰ ἁμαρτήματα ἡμῶν ἐπ’ ἐλπίδι τοῦ ἐλέους αὐτοῦ.

Εἰσαγωγὴ πάσης ὥρας

Ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος

εἷς Θεός. Ἀμήν.

Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε εὐλόγησον. Ἀμήν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΑΤΕΡ ΗΜΩΝ

ουτως ουν προσευχεσθε υμεις πατερ ημων ο εν τοις ουρανοις αγιασθητω το ονομα σου

ελθετω η βασιλεια σου γενηθητω το θελημα σου ως εν ουρανω και επι της γης

τον αρτον ημων τον επιουσιον δος ημιν σημερον

και αφες ημιν τα οφειληματα ημων ως και ημεις αφιεμεν τοις οφειλεταις ημων

και μη εισενεγκης ημας εις πειρασμον αλλα ρυσαι ημας απο του πονηρου οτι σου εστιν η βασιλεια και η δυναμις και η δοξα εις τους αιωνας αμην

Ἡ εὐχὴ τῆς εὐχαριστίας

Εὐχαριστήσωμεν τῷ ποιητῇ τῶν ἀγαθῶν, τῷ ἐλεήμονι Θεῷ, Πατρὶ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἐσκέπασεν ἡμᾶς καὶ ἐβοήθησεν ἡμῖν, καὶ διεφύλαξεν ἡμᾶς, καὶ προσεδέξατο ἡμᾶς, καὶ ἠλέησεν ἡμᾶς, καὶ ἐστήριξεν ἡμᾶς, καὶ ἤγαγεν ἡμᾶς εἰς τὴν ὥραν ταύτην. Καὶ ἔτι δεηθῶμεν αὐτοῦ ἵνα διαφυλάξῃ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ τῇ ἁγίᾳ καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν ἐν πάσῃ εἰρήνῃ· ὁ Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ.

Δέσποτα, Κύριε ὁ Θεός, ὁ Παντοκράτωρ, ὁ Πατὴρ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἠμῶν Ἰησοῦ Χριστοῦ, εὐχαριστοῦμέν σοι ἐπὶ παντί, καὶ διὰ πάντα, καὶ ἐν πᾶσι· ὅτι ἐσκέπασας ἡμᾶς, καὶ ἐβοήθησας ἡμῖν, καὶ διεφύλαξας ἡμᾶς, καὶ προσεδέξω ἡμᾶς, καὶ ἠλέησας ἡμᾶς, καὶ ἐστήριξας ἡμᾶς, καὶ ἤγαγες ἡμᾶς εἰς τὴν ὥραν ταύτην.

Διὰ τοῦτο αἰτοῦμέν σε καὶ δεόμεθα ἐκ τῆς χρηστότητός σου, ὦ Φιλάνθρωπε· δὸς ἡμῖν τελειῶσαι τὴν ἡμέραν ταύτην τὴν ἁγίαν καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν ἐν πάσῃ εἰρήνῃ μετὰ τοῦ φόβου σου. Πᾶσαν ζῆλον, καὶ πᾶσαν πειρασμὸν καὶ πᾶσαν ἐνέργειαν τοῦ διαβόλου, καὶ βουλὴν ἀνθρώπων πονηρῶν, καὶ ἐπαναστάσεις ἐχθρῶν κρυπτῶν καὶ φανερῶν, ἀπόστησον ἀφ’ ἡμῶν καὶ ἀπὸ παντὸς λαοῦ σου, καὶ ἀπὸ τοῦ ἁγίου σου τόπου τούτου. Τὰ δὲ ἀγαθὰ καὶ συμφέροντα χορήγησον ἡμῖν. Ὅτι σὺ ἔδωκας ἡμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Χάριτί τε καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· δι’ οὗ σοι πρέπει δόξα καὶ τιμὴ καὶ κράτος καὶ προσκύνησις, σὺν αὐτῷ καὶ τῷ ζωοποιῷ σου Πνεύματι τῷ ὁμοουσίῳ σοι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΨΑΛΜΟΣ 50

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

ἐπιπλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστιν διαπαντός.

σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα.

ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.

ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με.

Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

ἀγάθηνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ.

τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ἀλληλούϊα.

Ἀρχὴ τῆς προσευχῆς

Ἡ ᾠδὴ τοῦ ἑσπερινοῦ τοῦ εὐλογημένου· προσφέρω αὐτὴν τῷ Χριστῷ τῷ Βασιλεῖ μου καὶ Θεῷ μου, καὶ ἱκετεύω ἄφεσιν τῶν ἁμαρτιῶν μου

ΨΑΛΜΟΣ 116

Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη· ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί·

ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια Κυρίου μένει εἰς τὸν αἰῶνα.

Ἀλληλούϊα.

ΨΑΛΜΟΣ 117

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

εἰπάτω δὴ ὁ οἶκος Ἰσραήλ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

εἰπάτω δὴ ὁ οἶκος Ἀαρὼν ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον· καὶ εἰσήκουσέν μου εἰς πλατυσμόν ὁ Κύριος.

Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.

Κύριος ἐμοὶ βοηθός, καὶ ἐγὼ ἐποψοῦμαι ἐπὶ τοὺς ἐχθρούς μου.

Κρεῖσσον πεποιθέναι ἐπὶ Κύριον ἢ πεποιθέναι ἐπ' ἄνθρωπον.

Κρεῖσσον ἐλπίζειν ἐπὶ Κύριον ἢ ἐλπίζειν ἐπ' ἄρχοντας.

Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

ἐκύκλωσάν με καὶ περιέσχον με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

ἐκύκλωσάν με ὡσεὶ μέλιτται κηρίον, καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκανθῶν· καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

ὠθούμενος ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου.

ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν.

φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων.

δεξιὰ Κυρίου ἐποίησε δύναμιν,

δεξιὰ Κυρίου ὑψωσέν με,

δεξιὰ Κυρίου ἐποίησε δύναμιν.

οὐκ ἀποθανοῦμαι ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυρίου.

παιδεύων ἐπαίδευσέν με ὁ Κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέν με.

ἄνοιξόν μοι πύλας δικαιοσύνης· εἰσελεύσομαι ἐν αὐταῖς καὶ ἐξομολογήσομαι τῷ Κυρίῳ.

αὕτη ἡ πύλη τοῦ Κυρίου· δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.

ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγέου μοι εἰς σωτηρίαν.

λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.

παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Ὦ Κύριε, σῶσον δὴ· Ὦ Κύριε, εὐόδωσον δὴ.

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.

Θεός μου εἶ σύ, καὶ ἐξομολογήσομαί σοι· ὁ Θεός μου εἶ σύ, καὶ ὑψώσω σε.

ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγέου μοι εἰς σωτηρίαν.

ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Ἀλληλούϊα.

ΨΑΛΜΟΣ 119

Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέν μου.

Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας.

τί δοθήσεταί σοι, καὶ τί προστεθήσεταί σοι, γλῶσσα δολία;

βέλη δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξιν τοῖς ἐρημικοῖς.

Οἴμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη· κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ.

πολλὰ παρῴκησεν ἡ ψυχή μου.

μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.

Ἀλληλούϊα.

ΨΑΛΜΟΣ 120

Ἐπῆρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.

ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

μὴ δῴη εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε.

ἰδοὺ οὐ νυστάξει οὐδὲ καθεύδει ὁ φυλάσσων τὸν Ἰσραήλ.

Κύριος φυλάξει σε· Κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου.

ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα.

Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ· φυλάξει Κύριος τὴν ψυχήν σου.

Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Ἀλληλούϊα.

ΨΑΛΜΟΣ 121

Ἐχάρην ἐπὶ τοῖς εἰρηκόσιν μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα.

Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἰερουσαλήμ.

Ἰερουσαλήμ ἡ οἰκοδομουμένη ὡς πόλις ἧς ἡ συμμετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό.

Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραήλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου.

Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυίδ.

Αἰτεῖτε δὴ τὰ εἰς εἰρήνην τῇ Ἰερουσαλήμ, καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε.

Γενηθήτω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν τοῖς πυργώμασίν σου.

Ἕνεκεν τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ.

Ἕνεκεν τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθὰ σοι.

Ἀλληλούϊα.

ΨΑΛΜΟΣ 122

Πρὸς σὲ ἤρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.

ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ ἐλεήσῃ ἡμᾶς.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως·

ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν· ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Ἀλληλούϊα.

ΨΑΛΜΟΣ 123

Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ·

εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπανίστασθαι ἀνθρώπους ἐφ' ἡμᾶς,

ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, ἐν τῷ θυμωθῆναι τὸν θυμὸν αὐτῶν ἐφ' ἡμᾶς·

ἄρα τὸ ὕδωρ κατέπνιξεν ἡμᾶς· χεῖμαρρος διῆλθεν ἡ ψυχὴ ἡμῶν·

ἄρα διήλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον.

Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.

Ἡ ψυχὴ ἡμῶν ὡσεὶ στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσθημεν.

Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

Ἀλληλούϊα.

ΨΑΛΜΟΣ 124

Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιὼν· οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἰερουσαλήμ.

Ὄρη κύκλῳ αὐτῆς· καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ἵνα μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίᾳ τὰς χεῖρας αὐτῶν.

Ἀγάθυνα, Κύριε, τοὺς ἀγαθοὺς καὶ τοὺς εὐθεῖς τῇ καρδίᾳ.

Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς σκολιάς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν· εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

Ἀλληλούϊα.

ΨΑΛΜΟΙ 125

Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡς παρακεκλημένοι.

Τότε ἐπλήσθη στόμα ἡμῶν χαρᾶς, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως· τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· Μεγάλυνα Κύριος τοῦ ποιῆσαι μετ' αὐτῶν.

Μεγάλυνα Κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν· ἐγενήθημεν εὐφραινόμενοι.

Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χείμαρροι ἐν τῷ νότῳ.

Οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θερίσουσιν.

πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.

Ἀλληλούϊα.

ΨΑΛΜΟΙ 126

Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.

εἰς μάτην ὑμῖν ἔστιν ὀρθρίζειν· ἀνίστασθαι μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης· ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον.

Ἰδοὺ κληρονομία Κυρίου, υἱοί· μισθὸς καρπὸς τῆς κοιλίας.

ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων.

μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν· οὐ καταισχυνθήσονται, ὅταν λαλῶσιν τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.

Ἀλληλούϊα.

ΨΑΛΜΟΙ 127

Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ.

τοὺς πόνους τῶν χειρῶν σου φάγῃ· μακάριος εἶ, καὶ καλῶς σοι ἔσται.

ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τοῦ οἴκου σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.

ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον.

εὐλογήσει σε Κύριος ἐκ Σιὼν, καὶ ἴδοις τὰ ἀγαθὰ Ἰερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.

καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου· εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

Ἀλληλούϊα.

ΨΑΛΜΟΙ 128

Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ·

πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἴσχυσαν πρός με.

ἐπὶ τοῦ νώτου μου ἐτεκτείνναν οἱ ἁμαρτωλοί· ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν.

Κύριος δίκαιος, συνέκοψεν αὐχένας ἁμαρτωλῶν.

αἰσχυνθήτωσαν καὶ ἀποστραφείτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιὼν.

γενηθήτωσαν ὡς χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη·

οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ δράσσομενος δέσμας.

καὶ οὐκ εἶπαν οἱ παράγοντες· Εὐλογία Κυρίου ἐφ' ὑμᾶς· εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.

Ἀλληλούϊα.

(Εὐαγγέλιον κατὰ Λουκᾶν 4:38-41)

Ἀναστὰς δὲ ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος· πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ· καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς.

καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.

Δύνοντος δὲ τοῦ ἡλίου, πάντες ὅσοι εἶχον ἀσθενοῦντας νοσοῖς ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς.

ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κράζοντα καὶ λέγοντα ὅτι Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν Χριστὸν αὐτὸν εἶναι.

(καὶ ἡ δόξα τῷ Θεῷ διὰ παντός)

ΤΟ ΑΓΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ (δ΄ 38-41)

αναστας δε εκ της συναγωγης εισηλθεν εις την οικιαν σιμωνος η πενθερα δε του σιμωνος ην συνεχομενη πυρετω μεγαλω και ηρωτησαν αυτον περι αυτης

και επιστας επανω αυτης επετιμησεν τω πυρετω και αφηκεν αυτην παραχρημα δε αναστασα διηκονει αυτοις

δυνοντος δε του ηλιου παντες οσοι ειχον ασθενουντας νοσοις ποικιλαις ηγαγον αυτους προς αυτον ο δε ενι εκαστω αυτων τας χειρας επιθεις εθεραπευσεν αυτους

εξηρχετο δε και δαιμονια απο πολλων κραζοντα και λεγοντα οτι συ ει ο χριστος ο υιος του θεου και επιτιμων ουκ εια αυτα λαλειν οτι ηδεισαν τον χριστον αυτον ειναι

Tenoo oasht emmok o piekhristos nem pekyot en aghathos nem pi epnevma ethowab je akee ak soati emmon nai nan

Προσκυνοῦμέν σε, Χριστέ, μετὰ τοῦ Ἀγαθοῦ Πατρός σου καὶ τοῦ Ἁγίου Πνεύματος, ὅτι ἦλθες καὶ ἔσωσας ἡμᾶς.

1. Εἰ ὁ δίκαιος μόλις σῴζεται, ποῦ ἐγὼ ὁ ἁμαρτωλὸς φανήσομαι; Τὸ βάρος καὶ τὸ καῦμα τῆς ἡμέρας οὐκ ἠνέσχον, διὰ τὴν ἀσθένειαν τῆς ἀνθρωπότητός μου· ἀλλ’ ὦ πολυεύσπλαγχνε Θεέ, κατάταξόν με μετὰ τῶν τῆς Ἑνδεκάτης ὥρας. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκύησέν με ἡ μήτηρ μου· διὸ οὐ τολμῶ ἀναβλέψαι εἰς οὐρανόν· ἐπὶ δὲ τὸ πλοῦτος τοῦ ἐλέους σου καὶ τῆς φιλανθρωπίας ἀνατίθεμαι, κράζων· Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι

Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι.

2. Σπούδασον, Σωτήρ, ἀνοῖξαί μοι τοὺς πατρικοὺς κόλπους· τὴν γὰρ ζωήν μου διέφθειρα ἐν ἡδοναῖς καὶ ἐπιθυμίαις, καὶ ἡ ἡμέρα παρέδραμε καὶ ἠφάνισται. Νῦν οὖν ἐπὶ τὸν πλοῦτον τῶν ἀνεκλίπων οἰκτιρμῶν σου ἐλπίζω· μὴ ἐγκαταλίπῃς καρδίαν συντετριμμένην καὶ ταπεινήν, τῆς σῆς ἐλέους δεομένην· σοὶ γὰρ ταπεινῶς κράζω· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

3. Πᾶσαν ἀνομίαν μετὰ προνοίας καὶ σπουδῆς ἐπραξάμην, καὶ πᾶσαν ἁμαρτίαν μετὰ προθυμίας καὶ ἐνεργείας ἐτελέσω· καὶ πάντων βασάνων καὶ κρίσεων ἄξιός εἰμι. Ἑτοίμασόν μοι τὰς ὁδοὺς τῆς μετανοίας, Δέσποινα Παρθένε· πρὸς σὲ γὰρ προσφεύγω, καὶ διὰ σοῦ τὴν πρεσβείαν ἐπικαλοῦμαι, καὶ ἐπὶ σὲ βοῶ εἰς βοήθειαν, ἵνα μὴ καταισχυνθῶ. Καὶ ὅταν ἡ ψυχή μου ἐξιέναι μέλλῃ ἐκ τοῦ σώματος, παρέστασοί μοι, καὶ διάσκεδασον τὰς ἐπιβουλὰς τῶν ἐχθρῶν, καὶ κλεῖσον τὰς πύλας τοῦ ᾍδου, μὴ καταπίωσι τὴν ψυχήν μου, ὦ ἄμωμε Νύμφη τοῦ ἀληθινοῦ Νυμφίου.

Τότε προσεύχεται:

Κύριε, εἰσάκουσον ἡμῶν, καὶ ἐλέησον ἡμᾶς, καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα ἡμῶν. Ἀμήν.

(Κύριε, ἐλέησον) τεσσαράκοντα καὶ ἅπαξ

Ἄφεσις

Εὐχαριστοῦμέν σοι, ὁ οἰκτίρμων Βασιλεῦ, ὅτι ἐδωρήσω ἡμῖν διελθεῖν τὴν ἡμέραν ταύτην ἐν εἰρήνῃ, καὶ ἤγαγες ἡμᾶς εἰς ἑσπέραν εὐχαριστοῦντας, καὶ κατηξίωσας ἡμᾶς θεάσασθαι τὸ φῶς ἕως ἑσπέρας. Ὁ Θεός, πρόσδεξαι τὴν νῦν γενομένην δοξολογίαν ἡμῶν· καὶ ῥῦσαι ἡμᾶς ἀπὸ τῶν μεθοδειῶν τοῦ ἀντικειμένου, καὶ κατάλυσον τὰς λοιπὰς παγίδας αὐτοῦ τὰς ἡμῖν ἐντεθειμένας. Δὸς ἡμῖν ἐν τῇ προκειμένῃ νυκτὶ ἀλγεινοῦ πόνου, μηδὲ ταραχῆς, μηδὲ κόπου, μηδὲ φαντασίας ἀπαλλαγήν· ἵνα καὶ ταύτην εἰρηνικῶς καὶ σωφρόνως διαβῶμεν, καὶ ἀναστῶμεν εἰς ὕμνους καὶ προσευχὰς διὰ παντὸς καὶ ἐν παντὶ τόπῳ, δοξάζοντες τὸ ἅγιόν σου ὄνομα ἐν πᾶσιν, σὺν τῷ ἀκαταλήπτῳ καὶ ἀνάρχῳ Πατρί, καὶ τῷ ζωοποιῷ καὶ ἰσότημῳ Πνεύματί σου, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δέησις λεγομένη τῷ τέλει πάσης ὥρας

Ἐλέησον ἡμᾶς, ὁ Θεός, εἶτα ἐλέησον ἡμᾶς. Ὁ ἐν παντὶ καιρῷ καὶ ὥρᾳ, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, προσκυνούμενος καὶ δοξαζόμενος, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ μακρόθυμος, πολυέλεος, πολυεύσπλαγχνος, ὁ ἀγαπῶν τοὺς δικαίους καὶ ἐλεῶν τοὺς ἁμαρτωλοὺς, ὧν πρῶτός εἰμι ἐγώ, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆσαι, ὁ καλῶν πάντας εἰς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν.

Κύριε, πρόσδεξαι ἐν τῇ ὥρᾳ ταύτῃ καὶ ἐν πάσῃ ὥρᾳ τὰς δεήσεις ἡμῶν· εὐκόλισον ἡμῖν τὸν βίον, καὶ ὁδήγησον ἡμᾶς εἰς τὸ ποιεῖν τὰς ἐντολάς σου. Ἁγίασον τὰς ψυχὰς ἡμῶν. Καθάρισον τὰ σώματα ἡμῶν. Ὀρθοτόμησον τοὺς λογισμοὺς ἡμῶν. Ἐξάγνισον τὰς προαιρέσεις ἡμῶν. Ἴασαι τὰς νόσους ἡμῶν καὶ ἄφες τὰς ἁμαρτίας ἡμῶν. Ῥῦσαι ἡμᾶς ἀπὸ πάσης λύπης πονηρᾶς καὶ ὀδυνῆς καρδίας. Περιτείχισον ἡμᾶς τοῖς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῷ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι, καταντήσωμεν εἰς ἑνότητα πίστεως καὶ εἰς ἐπίγνωσιν τῆς ἀφάτου καὶ ἀπεράντου δόξης σου· ὅτι εὐλογητὸς εἶ εἰς τὸν αἰῶνα. Ἀμήν.

Ὁ Θεός, καταξίωσον ἡμᾶς εἰπεῖν μετ’ εὐχαριστίας· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς...